Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.268 Joseph. BJ 6.274 (English) >>Joseph. BJ 6.281

6.272συνήχει δὲ φλὸξ ἐπὶ πλεῖστον ἐκφερομένη τοῖς τῶν πιπτόντων στεναγμοῖς, καὶ διὰ μὲν τὸ ὕψος τοῦ λόφου καὶ τὸ τοῦ φλεγομένου μέγεθος ἔργου πᾶσαν ἄν τις ἔδοξε καίεσθαι τὴν πόλιν, τῆς δὲ βοῆς ἐκείνης οὐδὲν ἐπινοηθῆναι δύναιτʼ ἂν μεῖζον φοβερώτερον. 6.273τῶν τε γὰρ Ῥωμαϊκῶν ταγμάτων ἀλαλαγμὸς ἦν συμφερομένων, καὶ τῶν στασιαστῶν πυρὶ καὶ σιδήρῳ κεκυκλωμένων κραυγή, τοῦ τε ἀποληφθέντος ἄνω λαοῦ τροπή τε μετʼ ἐκπλήξεως εἰς τοὺς πολεμίους καὶ πρὸς τὸ πάθος οἰμωγαί. 6.274συνεβόα δὲ τοῖς ἐπὶ τοῦ λόφου τὸ κατὰ τὴν πόλιν πλῆθος· ἤδη δὲ πολλοὶ τῷ λιμῷ μαραινόμενοι καὶ μεμυκότες ὡς εἶδον τὸ τοῦ ναοῦ πῦρ, εἰς ὀδυρμοὺς πάλιν καὶ κραυγὴν εὐτόνησαν· συνήχει δὲ τε Περαία καὶ τὰ πέριξ ὄρη βαρυτέραν ποιοῦντα τὴν βοήν. 6.275ἦν δὲ τοῦ θορύβου τὰ πάθη φοβερώτερα· τὸν μέν γε τοῦ ἱεροῦ λόφον ἐκ ῥιζῶν ἄν τις ἔδοξε βράττεσθαι πάντοθεν τοῦ πυρὸς καταγέμοντα, δαψιλέστερον δὲ τὸ αἷμα τοῦ πυρὸς εἶναι καὶ τῶν φονευόντων πλείους τοὺς φονευομένους· 6.276οὐδαμοῦ γὰρ γῆ διεφαίνετο τῶν νεκρῶν, ἀλλὰ σωροῖς ἐπιβαίνοντες οἱ στρατιῶται σωμάτων ἐπὶ τοὺς διαφεύγοντας ἔθεον. 6.277τὸ μὲν οὖν λῃστρικὸν πλῆθος ὠσάμενοι τοὺς Ῥωμαίους μόλις εἰς τὸ ἔξω διεκπίπτουσιν ἱερὸν κἀκεῖθεν εἰς τὴν πόλιν, τοῦ δημοτικοῦ δὲ τὸ λειφθὲν ἐπὶ τὴν ἔξω στοὰν κατέφυγε.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.268 Joseph. BJ 6.274 (English) >>Joseph. BJ 6.281

Powered by PhiloLogic